Psalms 27
1 ▼▼LXX: Psa.26:1
τοῦ Δαυιδ· πρὸ Τοῦ χρισθῆναι. κύριος φωτισμός μου· καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω; 2 ▼▼LXX: Psa.26:2
ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· 3 ▼▼LXX: Psa.26:3
ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδια μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. 4 ▼▼LXX: Psa.26:4
μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. 5 ▼▼LXX: Psa.26:5
ὅτι ἔκρυψέν με· ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέν με 6 ▼▼LXX: Psa.26:6
καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου· ἐπ' ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ. 7 ▼▼LXX: Psa.26:7
εἰσάκουσον, κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. 8 ▼▼LXX: Psa.26:8
σοὶ εἶπεν ἡ καρδία μου· Ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου, κύριε, ζητήσω. 9 ▼▼LXX: Psa.26:9
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· ἀπ' ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου βοηθός μου. γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με ὁ θεὸς ὁ σωτήρ μου 10 ▼▼LXX: Psa.26:10
ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ κύριος προσελάβετό με. 11 ▼▼LXX: Psa.26:11
νομοθέτησόν με, κύριε, τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. 12 ▼▼LXX: Psa.26:12
μὴ παραδῷς με, εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. 13 ▼▼LXX: Psa.26:13
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. 14 ▼▼LXX: Psa.26:14
ὑπόμεινον τὸν κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν κύριον.
Copyright information for
LXX